Αλφάβητος προτροπή και οδηγός για τελειότητα βίου από κόσμου αναχωρούντα

Αρχήν ποιήσας Χριστόν,και θερμήν πίστιν,

ούτως αναχώρησον από του κόσμου.

Βάδιζε φεύγων συγγενείς τε και φίλους,

τούτο γαρ οφέλιμον τοις αρχαρίοις.

Γυμνός πρόσελθε των υλών τω αύλω,

ουδέν γαρ μείζον ευρήσεις εις συμμαχίαν.

Δειλίαν πάσαν από σου απορρίψας,

προς δυνατόν γαρ προσέφυγες Δεσπότην.

Ελπίδα μάλλον προσλαβών αδιστάκτως,

Και γαρ κήδεται και των μικρών στρουθίων.

Ζυγόν βάστασον τον ελαφρόν Κυρίου,

πολλή γαρ η αντίδοσις των μελλόντων.

Ημάς βροτούς άπαντας σώζοντα δώρον,

και γαρ ηγοράσθημεν αίματι θείω.

Θεούς δεικνύντα δυνάμει του καλούντος,

τούτο γαρ η σάρκωσις η του Δεσπότου.

Ιν΄έργω γνως των έργων τας εκβάσεις,

των πάντων θαυμαστότατον των ορωμένων.

Καλόν σοι κέρδος εκκοπή θελημάτων,

μάρτυρα δεικνύει σε τη συνειδήσει.

Λόγους Πατρός σου,και προστάγματα πράττε,

οδηγούσι γαρ την οδόν απροσκόπως.

Μέχρι θανάτου,ύψος γαρ τούτο μέγα,

Θεός φαίνεται δια σε τούτο πράξας.

Νόμιζε είναι ευτελέστερος πάντων,

τούτο πρώτον σε ποιεί,της βασιλείας.

Ξένος τε,πτωχότερος,ταπεινότερος άλλων,

μεγάλα ταύτα,εάν και κατορθώσης.

Όλος υπάρξεις μιμητής του Δεσπότου,

τι δε υπάρχει αγαθότερον τούτου;

Πάντα κατορθοί το πενθείν καθ εκάστην,

γλυκί γαρ τούτο υπέρ βρώσιν,και πόσιν.

Ρεόντων,και εστώτων διδάσκον γνώσιν,

αφιστά γαρ πρότερον παντός του κόσμου,

Σιωπήν άσκει την φυλάττουσαν ταύτα,

ρίζας κόπτει γαρ ανωφελείς παντοίας.

Την μνήμην έχε πάντοτε του θανάτου,

αύτη γαρ πρόξενος ταπεινώσεως πέλει.

Υφ΄ων καθαρθείς και αυγαθείς καρδία,

ω του θαύματος του ζητουμένου πάσιν.

Φως αξιωθής ιδείν καλώς το θείον,

βέλος γαρ εστίν  άυλον εξ αύλου.

Χριστός δε εστί η τελεία αγάπη,

ο έχων αυτόν,θέσει Θεός υπάρχει.

Ψυχάς φωτίζων τας αυτόν εκζητούσας,

αύται μόναι ζήσονται,μηδείς πλανάσθω.

Ω Θεοποιός αγάπη Θεός ούσα,

έκπληξις τούτο,και δυσεύρετον πράγμα.

 

Λόγος Δέκατος του Αγίου Συμεών του νέου θεολόγου.
Advertisements